Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 4
Athanasius Alexandrinus, Tomus ad Antiochenos 4.1
Not analysed yet
Οτι μὲν οὖν ταύτην ἔχομεν τὴν πίστιν ἡμεῖς τε καὶ οἱ ἀεὶ μεθ’ ἡμῶν τὴν κοινωνίαν ἐσχηκότες, οὐδένα οὔτε ὑμῶν οὔτε ἕτερόν τινα ἀγνοεῖν ἡγούμεθα. ἐπειδὴ δὲ συγχαίρομεν τοῖς βουλομένοις συνάπτεσθαι πᾶσι μέν, ἐξαιρέτως δὲ τοῖς ἐν τῇ Παλαιᾷ συναγομένοις, καὶ ἤδη τὸν κύριον ἐδοξάσαμεν, ὡς ἐπὶ πᾶσι καὶ ἐπὶ τῇ ἀγαθῇ προθέσει τούτων, παρακαλοῦμεν ὑμᾶς ἐπὶ τούτοις γίνεσθαι τούτων τὴν ὁμόνοιαν καὶ μηδὲν πλέον τούτων, καθὰ προείπομεν, μήτε τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους ἀπαιτεῖσθαι παρ’ ὑμῶν μήτε τοὺς περὶ Παυλῖνον ἕτερόν τι μηδὲ πλέον τῶν ἐν Νικαίᾳ προβάλλεσθαι.