Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 6
Athanasius Alexandrinus, Tomus ad Antiochenos 6.1
Not analysed yet
Ἀποδεξάμενοι δὲ τούτων τὴν ἑρμηνείαν τῶν λέξεων καὶ τὴν ἀπολογίαν ἀνεκρίναμεν καὶ τοὺς αἰτιαθέντας παρὰ τούτων ὡς λέγοντας μίαν ὑπόστασιν, μὴ ἆρα, ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγουσιν ἐπὶ ἀναιρέσει τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἢ ὡς ἀνουσίου ὄντος τοῦ υἱοῦ ἢ ἀνυποστάτου τοῦ ἁγίου πνεύματος.