Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 6
Athanasius Alexandrinus, Tomus ad Antiochenos 6.2
Not analysed yet
οἱ δὲ καὶ αὐτοὶ διεβεβαιώσαντο μήτε τοῦτο λέγειν μήτε οὕτω πεφρονηκέναι ποτέ, ἀλλ’ ὑπόστασιν μὲν λέγομεν ἡγούμενοι ταὐτὸν εἶναι εἰπεῖν ὑπόστασιν καὶ οὐσίαν, μίαν δὲ φρονοῦμεν διὰ τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱὸν καὶ διὰ τὴν ταυτότητα τῆς φύσεως· μίαν γὰρ θεότητα καὶ μίαν εἶναι τὴν ταύτης φύσιν πιστεύομεν καὶ οὐκ ἄλλην μὲν τὴν τοῦ πατρός, ξένην δὲ τούτου τὴν τοῦ υἱοῦ καὶ τὴν τοῦ ἁγίου πνεύματος.