Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 7
Athanasius Alexandrinus, Tomus ad Antiochenos 7.1
Not analysed yet
Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλονεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους κἀκείνους καὶ ἅπερ ὡμολόγουν οὗτοι συνετίθεντο κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφήτας ἐγένετο ὁ λόγος κυρίου ,οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον ἐνεδήμησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων ,ἀλλ’ αὐτὸς ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐν μορφῇ θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφὴν ἔκ τε τῆς Μαρίας τὸ κατὰ σάρκα γεγέννηται ἄνθρωπος δι’ ἡμᾶς καὶ οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος ἐλευθερούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὑτῷ καὶ ζωοποιούμενον ἐκ τῶν νεκρῶν εἰσάγεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.