Ancient Greek
6.3 to 6.4
Athanasius Alexandrinus, Tomus ad Antiochenos 6.3-4
Not analysed yet
ἀμέλει κἀκεῖ οἱ αἰτιαθέντες ὡς εἰρηκότες τρεῖς ὑποστάσεις συνετίθεντο τούτοις· καὶ αὐτοὶ δὲ οἱ εἰρηκότες μίαν οὐσίαν τὰ ἐκείνων, ὥσπερ ἡρμήνευσαν, καὶ ὡμολόγουν καὶ ἀνεθεματίζετο παρὰ ἀμφοτέρων τῶν μερῶν Ἄρειός τε ὡς χριστομάχος καὶ Σαβέλλιος καὶ Παῦλος ὁ Σαμοσατεὺς ὡς ἀσεβεῖς καὶ Οὐαλεντῖνος μὲν καὶ Βασιλείδης ὡς ἀλλότριοι τῆς ἀληθείας, Μανιχαῖος δὲ ὡς ἐφευρετὴς κακῶν· πάντες τε τῇ τοῦ θεοῦ χάριτι καὶ μετὰ τὰς τοιαύτας ἑρμηνείας ὁμῶς συντίθενται τῶν τοιούτων λέξεων βελτίονα καὶ ἀκριβεστέραν εἶναι τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν καὶ τοῦ λοιποῦ τοῖς ταύτης ἀρκεῖσθαι μᾶλλον καὶ χρᾶσθαι ῥήμασιν.