Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 8
Athanasius Alexandrinus, Tomus ad Antiochenos 8.2
Not analysed yet
τούτων τε μὴ ἀνεχόμενοι συμβουλεύετε κἀκείνοις τοῖς ὀρθῶς ἑρμηνεύουσί τε καὶ φρονοῦσι μηδὲν πλέον ἀλλήλους ἀνακρίνειν μηδὲ λογομαχεῖν ἐπ’ οὐδὲν χρήσιμον μήτε ταῖς τοιαύταις λέξεσι διαμάχεσθαι, ἀλλὰ τῷ φρονήματι τῆς εὐσεβείας συμφωνεῖν. οἱ γὰρ μὴ οὕτως διανοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦντες καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα γράφειν ζητοῦντες οὐδὲν ἕτερον ποιοῦσιν ἢ ποτίζουσιν ἀνατροπὴν θολερὰν τὸν πλησίον ὡς φθονοῦντες τῇ εἰρήνῃ καὶ ἀγαπῶντες τὰ σχίσματα.