Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 8
Athanasius Alexandrinus, Tomus ad Antiochenos 8.3
Not analysed yet
ἀλλ’ ὑμεῖς, ὦ ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι καὶ οἰκονόμοι τοῦ κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενίζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προκρίνετε τὴν τοιαύτην εἰρήνην. οὔσης ὑγιαινούσης πίστεως ἴσως ὁ κύριος ἐλεήσει ἡμᾶς καὶ συνάψει τὰ διῃρημένα καὶ γενομένης μιᾶς ποίμνης πάλιν πάντες ἕνα ἔχομεν καθηγεμόνα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν.