Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 9
Athanasius Alexandrinus, Tomus ad Antiochenos 9.1
Not analysed yet
Ταῦτα ἡμεῖς μέν, εἰ καὶ μηδὲν πλέον ἔδει ζητεῖν τῆς ἐν Νικαίᾳ συνόδου μηδὲ ἀνέχεσθαι τῶν ἐκ φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην καὶ ἕνεκα τοῦ μὴ ἀποβαλεῖν τοὺς ὀρθῶς πιστεύειν ἐθέλοντας, ἀνεκρίναμεν καὶ ἅπερ ὡμολόγησαν συντόμως ὑπηγορεύσαμεν οἱ περιλειφθέντες ἐν τῇ Ἀλεξανδρείᾳ κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Εὐσεβίου τε καὶ Ἀστερίου· οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν ἀπεδήμησαν εἰς τὰς παροικίας ἑαυτῶν.