Ancient Greek
433.2
Athanasius Alexandrinus, Vitae Monasticae Institutio [Sp.] 433.2
Unproofread scanNot analysed yet
3 Ἐὰν δὲ καὶ τὸ κελλίον ἐν ᾧ καθέζῃ εὐπερίστατον ᾖ, φεῦγε, καὶ αὐτοῦ μὴ |φείσῃ, μὴ ἑλκυσθῇς εἰς ἀγάπην αὐτοῦ. Πάντα ποίει, πάντα πράττε, ὅπως δυνηθῇς ἡσυχάσαι, καὶ σχολάσαι, καὶ σπουδάσαι γενέσθαι ἐν τοῖς τοῦ Θεοῦ θελήμασι, καὶ ἐν τῇ πάλῃ τῶν ἀοράτων. Εἰ μὴ δύνασαι ῥᾳδίως ἡσυχάσαι ἐν τοῖς σοῖς μέρεσι, ὅός σου ἐπὶ ξενιτείαν τὴν πρόθεσιν, καὶ ἐπὶ ταὐτηντακατάπεμψέ σου τὸν λογισμόν· γενοῦ καθάπερ τις πραγματευτής ἄριστος, τὰ πάντα πρὸς ἡσυχίαν δοκιμάζων, καὶ τὰ πρὸς ταύτην ἥσυχα καὶ χρήσιμα. Πλὴν λέγω σοι, ξενιτείαν ἀγάπα· ἀπαλλάττει γάρ σε τῶν κατὰ τὴν ἰδίαν χώραν περιστάσεων, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ὠφελείας μόνον ἀπολαύειν ποιεῖ. Τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶ ἐν ἐρήμῳ καρτέρησον, εἰ δυνατὸν τὸ καθόλου. Εἰς πόλιν μὴ ἀπαντήσῃς· οὐδὲν γὰρ εὔχρηστον, οὐδὲν ὠφέλιμον τῇ πολιτείᾳ σου ἐκεῖ θεάσῃ. Μὴ δειλιάσῃς ἦχον αὐτῶν, ἢ πτοηθῇς· μηδὲ ἀποφύγῃς τὸ στάδιον τῆς σῆς ὠφελείας. Ἀφόβως ὑπόμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὰ μεγαλεῖα, τὴν ἄλλην ἅπασαν ἐπὶ σωτηρίαν πληροφορίαν.