Ancient Greek
152.1 to 153.1
Athenaeus, De Machinis 152.1-153.1
Unproofread scanNot analysed yet
κειμένην, ἐν αἷς ἐστὶ κατερχομένη ἡ καλουμένη ἐπιζυγίς κατὰ κρόταφον κειμένη. Αὕτη δὲ ἔστω σιδηρᾶ, ἐν καθαρῇ σιδηρου γιγνομένη, καὶ τὰ ἐν τῇ χαλκείᾳ καλῶς πεπλειωμένη, ὡς πᾶσαν ὑπομένουσα τὴν τῆς ὀργάνου βίαν· περὶ γὰρ ταύτην ὁ τόνος καμπτόμενος γίγνεται. Ἔστω δὲ ἡ αὕτη ὡς ἡ ΚΑΜΝ. Τούτων δὴ ἤδη διασεσφηνισμένων, δεῖ συνθέντα τὸ ἡμιτόνιον ἢ τε τῆς [παρεασάτης] ἢ ἀντισάτης τῶν τε δύο πελειητῶν ἢ τῶν δύο χοινικίδων τὰς ἐπιζυγίας ἐναρμόσαι, καὶ περὶ μίαν αὐτῶν ἐξάψαντα τὴν μίαν ἄκρὴν τῆς τόνου, τὴν δὲ ἑτέραν διὰ τῶν τρημάτων διεκβάλλοντα, μηρύσασθαι τὸν τόνον, ὅπως πᾶς ὁ τῶν τρημάτων τόπος πληρωθῇ τῆς τόνου διαμεμερυσμένης. Δεῖ δὲ εὖ μᾶλα διεκπίνειν τὸν πόνον διὰ τὴν καλουμένου ἐντονίου, περὶ δὲ τὴν κατασκευὴν ἐροῦμεν. Ὁμοίως δὲ κατὰ τὰ αὐτὰ ἐν τῷ ἑτέρῳ ἡμιτονίῳ συντεῖναι.