Ancient Greek
88.1
Athenaeus, De Machinis 88.1
Unproofread scanNot analysed yet
ΑΘΗΝΑΙΟΥ τροχον κατασκευάζειν χάριν τοῦ σκολιὰς ποιεῖσθαι τὰς προσαγωγὰς, ὅπως κατὰ τοῦ αὐτῶν σκοποῦ οἱ πετροβόλοι μὴ προσπίμ- πωσιν. Κατασκευάζεται δὲ ἐν τῷ ἐσχαρείῳ κατὰ μέσον τὸ μέτωπον καὶ προβάλλεται ἡ λεγομένη θερμαστρίς, μήκος ἔχουσα πηχῶν τριῶν, ἔχουσα μασχάλην συνδεδεμένην λεπίσι ψυχηλάταις, εἰς ἣν ἀρθρεμβολεῖται ὁ λεγόμενος ὁδηγός, ᾧ ἐναρμόζεται ὁ πρότροχος σφαιροειδής. Διὰ δὲ τοῦ ὁδηγοῦ ὅπλον διῶσαι νημα-