Ancient Greek · ~1 min
Fragment 226
Athenaeus Epigr., Fragmenta 226
Not analysed yet
epigramma de Stoicis
⊗ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα
δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν
μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας.
σαρκὸς δ' ἁδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,
ἁ μία τῶν Μνήμης ἤνυσε θυγατέρων. *