Ancient Greek · ~3 min
Book 10
Athenaeus, Δειπνοσοφισταί 10.88
Not analysed yet
ἐπεὶ δὲ ἱκανὴν παρέκβασιν πεποιήμεθα περὶ τῶν γρίφων, λεκτέον ἤδη καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον. ἔπινον οὗτοι ἅλμην παραμισγομένην τῷ αὑτῶν ποτῷ καὶ ἔδει μὴ προσενέγκασθαι τὸ ποτήριον ἀπνευστί, ὡς Ἀντιφάνης δηλοῖ ἐν Γανυμήδει διὰ τούτων (II 41 K)· οἴμοι περιπλοκὰς λίαν ἐρωτᾷς. Β. ἀλλ’ ἐγὼ σαφῶς φράσω· τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι, ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. Α. πότερά μοι γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα, τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι, ἢ τί δύναται τὸ ῥηθέν; Β. ἔξω τις δότω ἱμάντα ταχέως. Α. οἷον οὐκ ἔγνων ἴσως· ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς· ἅλμης δ’ ἐχρῆν τι παραφέρειν ποτήριον. Β. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό σ’ ἐκπιεῖν; Α. ἐγὼ κομιδῇ γε. Β. πῶς; Α. ἐνέχυρον ἀποφέροντά σου— Β. οὔκ, ἀλλ’ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ ἕλκειν ἀπνευστί.