Ancient Greek · ~1 min
Book 10
Athenaeus, Δειπνοσοφισταί 10.89
Not analysed yet
τοσαῦτα καὶ περὶ τῶν γρίφων εἰπόντων τῶν δειπνοσοφιστῶν, ἐπειδὴ καὶ ἡμᾶς ἑσπέρα καταλαμβάνει ἀναπεμπαζομένους τὰ εἰρημένα, τὸν περὶ τῶν ἐκπωμάτων λόγον εἰς αὔριον ἀναβαλώμεθα. κατὰ γὰρ τὸν Μεταγένους Φιλοθύτην (I 708 K) κατ’ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν πολλαῖσι παροψίσι καὶ καιναῖς εὐωχήσω τὸ θέατρον, περὶ τῶν ἐκπωμάτων τὸν λόγον ἑξῆς ποιούμενος.