Ancient Greek · ~4 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.1
Not analysed yet
Ἄγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται; κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον (I 802 K), ἑταῖρε Τιμόκρατες. συναχθέντων γὰρ ἡμῶν καθ᾽ ὥραν μετὰ σπουδῆς διὰ τὰ ἐκπώματα ὁ Οὐλπιανός, ἔτι καθημένων ἁπάντων, πρὶν καί τι διαλεχθῆναι ἔφη· ‘παρὰ μὲν τῷ Ἀδράστῳ, ἄνδρες φίλοι, καθίσαντες οἱ ἀριστεῖς δειπνοῦσιν, ὁ δὲ Πολύιδος ἱερὰ θύων ἐν ὁδῷ παραπορευόμενον τὸν Πετεὼ κατέσχεν καὶ κατακλίνας ἐν τῇ πόᾳ θαλλίαν τε κατακλάσας ἀντὶ τραπέζης παρέθηκε τῶν τυθέντων. καὶ τῷ Αὐτολύκῳ ἐλθόντι ‘Ἰθάκης ἐς πίονα δῆμον’ ἡ τροφὸς καθημένῳ δηλονότι —οὕτως γὰρ ἐδείπνουν οἱ τότε —τὸν Ὀδυσσέα, φησὶν ὁ ποιητής (Od. 19. 399), [παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς, τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε παυομένῳ δόρποιο] ἐκάθισεν ἐπὶ τῶν γονάτων καὶ οὐχὶ παρὰ τοῖς γόνασιν ἔστησεν. ἡμεῖς οὖν μὴ διατρίβωμεν, ἀλλ’ ἤδη κατακλινώμεθα, ἵν’ ἡμῖν ὁ Πλούταρχος περὶ ὧν ἐπαγγέλλεται ποτηρίων ἀποδοὺς τὸν λόγον καὶ τὰς κύλικας πλήρεις ἅπασι προπίῃ.