Ancient Greek · ~3 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.105
Not analysed yet
Ἀθηναῖοι δὲ τὰς μὲν ἀργυρᾶς φιάλας ἀργυρίδας λέγουσι, χρυσίδας δὲ τὰς χρυσᾶς. τῆς δὲ ἀργυρίδος Φερεκράτης μὲν ἐν Πέρσαις οὕτως μνημονεύει (ibid)· οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις; χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις (ib. 52)· χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς· καὶ Ἕρμιππος ἐν Κέρκωψι (ib. 234)· χρυσίδ’ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο. καὶ ὅ γε ἐ ————ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δ᾽ (FHG IV 495) ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ (II 164 K) φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἄρακιν καλοῦσι.