Ancient Greek · ~3 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.106
Not analysed yet
ΦΘΟΙΣ. πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις (I 357 K)· ‘σὺν φθοῖσι προσπεπωκώς.’ ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί. ΦΙΛΟΤΗΣΙΑ κύλιξ τις, ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι (19, 128)· ‘καὶ φιλοτησίας προὔπινεν.’ Ἄλεξις (II 402 K)· φιλοτησίαν σοι τήνδ’ ἐγὼ ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι. ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης (I 557 K)· ἑπτάπους γοῦν ἡ σκιά ᾽στιν· ἡ ᾽πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽ ὁ χορὸς ὁ φιλοτήσιος.’ διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ (203)· δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία. ΧΟΝΝΟΙ. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον· ὃ δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ. ΧΑΛΚΙΔΙΚΑ ποτήρια, ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα.