Ancient Greek · ~3 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.25
Not analysed yet
ὅτι ἐστὶ ποτήριον ΑΜΑΛΘΕΙΑΣ ΚΕΡΑΣ καὶ ΕΝΙΑΥΤΟΣ καλούμενον. ΑΜΦΩΞΙΣ ξύλινον ποτήριον, ᾧ χρῆσθαι τοὺς ἀγροίκους Φιλητᾶς φησι (fr. 35 Bach), ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας. ΑΜΥΣΤΙΣ. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δ’ οὕτω καὶ τὰ ποτήρια, ἀφ’ ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ἐφ᾽ ἓν πνεῦμα πιεῖν, ὡς ὁ κωμικὸς Πλάτων (I 654 K)· λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος· ἔπειτ’ ἄκρατον κοὐ τεταργανωμένον ἔπινε κἀξημύστισεν. ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένον πρὸς ὠκύτητα χρόνου. ὡς Ἀμειψίας (I 676 K)· αὔλει μοι μέλος· σὺ δ’ ᾆδε πρὸς τήνδ᾽, ἐκπίομαι δ’ ἐγὼ τέως. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε. Β. οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον, ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.