Ancient Greek · ~3 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.26
Not analysed yet
ΑΝΤΙΓΟΝΙΣ ἔκπωμα ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου, ὡς ἀπὸ Σελεύκου ΣΕΛΕΥΚΙΣ καὶ ἀπὸ Προυσίου ΠΡΟΥΣΙΑΣ. ΑΝΑΦΑΙΑ ἡ θερμοποτὶς παρὰ Κρησίν. ΑΡΥΒΑΛΛΟΣ ποτήριον κάτωθεν εὐρύτερον, ἄνω δὲ συνηγμένον, ὡς τὰ συσπαστὰ βαλάντια, ἃ καὶ αὐτὰ διὰ τὴν ὁμοιότητα ἀρυβάλλους τινὲς καλοῦσιν. Ἀριστοφάνης Ἱππεῦσι (1094)· κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ ἀμβροσίαν. οὐ πόρρω δέ ἐστι τοῦ ἀρυστίχου ὁ ἀρύβαλλος, ἀπὸ τοῦ ἀρύτειν καὶ βάλλειν. λέγουσι δὲ καὶ πρόχουν ἄρυστιν. Σοφοκλῆς (fr. 697 N)· κακῶς σὺ πρὸς θεῶν ὀλουμένη, ἣ τὰς ἀρύστεις ὧδ’ ἔχουσ’ ἐκώμασας. ἐστὶ δὲ καὶ πόλις Ἰώνων Ἄρυστις. ΑΡΓΥΡΙΣ εἶδος ποτηρίου, οὐ μόνον ἐξ ἀργύρου. Ἀναξίλας (II 275 K)· καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.