Ancient Greek · ~3 min
Book 2
Athenaeus, Δειπνοσοφισταί 2.27
Not analysed yet
ὅρα τὸ ‘ἀνατιθεμένων πάντων τὴν ζήτησιν’ ἤτοι ἀναβαλλομένων. ὅτι τὸ ἄνηστις ἡ νῆστις πλεονασμῷ τοῦ ᾱ, ὡς στάχυς ἄσταχυς, παρὰ Κρατίνῳ κεῖται (I 26 K)· οὐ γάρ τοι σύ γε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις. τὸ δὲ ὀξύπεινος παρὰ Διφίλῳ (II 572 K)· τέρπομαι γυμνοὺς ὁρῶν τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ πάντ’ εἰδέναι σπεύδοντας. καὶ Ἀντιφάνης (II 124 K)· ἓν νόσημα τοῦτ’ ἔχει· ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν λέγει κομιδῇ τὸν ἄνδρα. καὶ Εὔβουλος (II 167 K)· Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ· ὃ δ’ ὀξύπεινος. τὸν δὲ μουσικώτατον κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα· οὗ ῥᾷστ’ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι.