Ancient Greek · ~4 min
Book 2
Athenaeus, Δειπνοσοφισταί 2.28
Not analysed yet
ὁ δὲ μονοσιτῶν κεῖται παρ’ Ἀλέξιδι (II 396 K)· ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ’ ἴδῃς ἢ μὴ ποθοῦντ’ ᾠδὰς ποιητὴν καὶ μέλη, τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης τὴν ἡμίσειαν· ζῶσι δ’ ἀμφότεροι μόλις. Πλάτων (I 658 K)· ‘οὐ μονοσιτῶν ἑκάστοτε ἀλλὰ κἀνίοτε δειπνῶν δὶς τῆς ἡμέρας.’ ὅτι νωγαλεύματα ἐκάλουν τὰ ἡδέα βρώματα. Ἀραρώς (II 217 K)· τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα. Ἄλεξις (II 398 K)· Θασίοις οἰναρίοις τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος καὶ νωγαλίζει. Ἀντιφάνης (II 38 K)· βότρυς, ῥοίας, φοίνικας, ἕτερα νώγαλα. ἀπόσιτον δ’ εἴρηκε Φιλωνίδης (I 255 K), αὐτόσιτον δὲ Κρώβυλος (IV 565 M)· ‘παράσιτον αὐτόσιτον.’ ἀναρίστητον δ’ εἴρηκεν Εὔπολις (I 273 K). ἀναγκόσιτον δὲ Κράτης (I 143 K). καὶ Νικόστρατος δέ (II 228 K)· μειράκιον . . κατὰ τύχην ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον κατάγεις ἀναγκόσιτον. ἀριστόδειπνον δ’ εἶπεν Ἄλεξις (II 402)· ἀφ’ ὧν γένοιτ’ ἂν ἡμῖν σύντομον ἀριστόδειπνον.