Ancient Greek · ~2 min
Book 2
Athenaeus, Δειπνοσοφισταί 2.65
Not analysed yet
Ἡρακλείδης ὁ Ταραντῖνος ἐν Συμποσίῳ· ‘βολβὸς καὶ κοχλίας καὶ ᾠὸν καὶ τὰ ὅμοια δοκεῖ σπέρματος εἶναι ποιητικά, οὐ διὰ τὸ πολύτροφα εἶναι, ἀλλὰ διὰ τὸ ὁμοειδεῖς ἔχειν τὰς πρώτας φύσεις αὐτὰς τὰς δυνάμεις τῷ σπέρματι.’ Δίφιλος· ‘οἱ βολβοὶ δύσπεπτοι μέν εἰσι, πολύτροφοι δὲ καὶ εὐστόμαχοι, ἔτι δὲ σμηκτικοὶ καὶ ἀμβλυντικοὶ ὄψεως, διεγερτικοὶ δ᾽ ἀφροδισίων.’ ἡ δὲ παροιμία φησίν· οὐδέν σ’ ὀνήσει βολβός, ἂν μὴ νεῦρ’ ἔχῃς. διεγείρουσι δ’ ὄντως αὐτῶν πρὸς ἀφροδίσια οἱ βασιλικοὶ λεγόμενοι, οἳ καὶ κρείσσονες τῶν ἄλλων εἰσί· μεθ᾽ οὓς οἱ πυρροί. οἱ δὲ λευκοὶ καὶ Λιβυκοὶ σκιλλώδεις· χείρονες δὲ πάντων οἱ Αἰγύπτιοι.