Ancient Greek · ~2 min
Book 2
Athenaeus, Δειπνοσοφισταί 2.66
Not analysed yet
αἱ δὲ βολβῖναι καλούμεναι εὐχυλότεραι μέν εἰσι τῶν βολβῶν, οὐ μὴν οὕτως εὐστόμαχοι διὰ τὸ γλυκάζον ἔχειν τι· παχυντικαί τε ἱκανῶς εἰσι διὰ τὴν πολλὴν σκληρότητα καὶ εὐέκκριτοι. μνημονεύει δὲ βολβίνης Μάτρων ἐν παρῳδίαις· σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω (Il. 2. 488), μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις (Il. 2. 323), βολβίνας θ᾽, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδοί (hymn. 16, 2), ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος, λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας (Il. 10. 437)· τάων φυομένων ἠράσσατο πότνια γαστήρ (Il. 20. 223).