Ancient Greek · ~3 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.107
Not analysed yet
εἴδη δ’ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβιτίνη, ὀσμύλος, ὡς Ἀριστοτέλης ἱστορεῖ (p. 300 R) καὶ Σπεύσιππος. ἐν δὲ τῷ περὶ ζωικῶν Ἀριστοτέλης μαλάκιά φησιν εἶναι πουλύποδας, ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα· Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 235 L)· πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες χἀ δυσώδης βολβιτὶς γραῖαί τ’ ἐριθακώδεες. Ἀρχέστρατος δέ φησι (fr. 36 R)· πούλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι· καὶ Κέρκυρα τρέφει μεγάλους πολλούς τε τὸ πλῆθος. Δωριεῖς δ’ αὐτὸν διὰ τοῦ ω καλοῦσι πώλυπον, ὡς Ἐπίχαρμος. καὶ Σιμωνίδης δ᾽ ἔφη (II 457 B4)· ‘πώλυπον διζήμενος.’ Ἀττικοὶ δὲ πουλύπουν. ἐστὶ δὲ τῶν σελαχωδῶν· τὰ χονδρώδη δ’ οὕτω λέγεται· πουλύποδες, γαλεοί τε κύνες. μαλάκια δὲ καλεῖται τὰ τευθιδώδη. σελάχια δὲ τὰ τῶν ἐρίων φῦλα.