Ancient Greek · ~2 min
7.108 to 7.109
Athenaeus, Δειπνοσοφισταί 7.108-109
Not analysed yet
ΠΑΓΟΥΡΟΙ. τούτων μέμνηται Τιμοκλῆς ἢ Ξέναρχος ἐν Πορφύρᾳ οὑτωσί (II 471 K)· ἁλιεὺς ὢν ἄκρος σοφίαν ἐν παγούροις μὲν θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας, γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ συναρπάσομαι; καλόν γ’ ἂν εἴη. ΠΗΛΑΜΥΣ. Φρύνιχος ἐν Μούσαις μνημονεύει (I 380 K). Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (543 b 2) ‘αἱ πηλαμύδες, φησί, καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δὲ οὔ.’ μνημονεύει αὐτῶν καὶ Σοφοκλῆς ἐν Ποιμέσιν (fr. 460)· ἔνθ’ ἡ πάροικος πηλαμὺς χειμάζεται, πάραυλος Ἑλλησποντίς, ὡραία θέρους τῷ Βοσπορίτῃ· τῷδε γὰρ θαμίζεται.