Ancient Greek · ~3 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.120
Not analysed yet
ΣΑΥΡΟΣ. τούτου μνημονεύει Ἄλεξις ἐν Λεύκῃ μάγειρος δ’ ἐστὶν ὁ λέγων (II 344 K)· ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι; Β. ἀλλ’ ἂν διδάσκῃς. Α. ἐξελὼν τὰ βράγχια, πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ παράσχισον χρηστῶς διαπτύξας θ’ ὅλον τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς τυρῷ τε σάξον ἁλσί τ’ ἠδ’ ὀριγάνῳ. Ἔφιππος δ’ ἐν Κύδωνι πολλῶν καὶ ἄλλων ἰχθύων κατάλογον ποιούμενος καὶ τοῦ σαύρου μνημονεύει διὰ τούτων (II 256 K)· θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου, κεφάλου, πέρκης, σαῦρος, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, φάγρος, μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς. Μνησίμαχος δ’ ἐν Ἱπποτρόφῳ (II 438, 36 K)· τῶν καρχαριῶν νάρκη, βάτραχος, πέρκη, σαῦρος, τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ. ΣΚΕΠΙΝΟΣ. τούτου μνημονεύων Δωρίων ἐν τῷ περὶ ἰχθύων καλεῖσθαί φησιν αὐτὸν ἀτταγεινόν.