Ancient Greek · ~1 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.121
Not analysed yet
ΣΚΙΑΙΝΑ. Ἐπίχαρμος Ἥβας γάμῳ (p. 233 L)· αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες. Νουμήνιος δὲ σκιαδέα αὐτὸν καλεῖ ἐν τούτοις (fr. 6 B)· τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον ἠὲ φάγρον λοφίην, ὁτὲ δ’ ἀγρόμενον σκιαδῆα. ΣΥΑΓΡΙΔΕΣ. τούτων μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας γάμῳ καὶ ἐν Γᾷ καὶ Θαλάσσᾳ (p. 224 L).