Ancient Greek · ~1 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.29
Not analysed yet
ΒΛΕΝΝΟΣ. τούτου μέμνηται Σώφρων ἐν τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν (fr. 53 Bo) ‘βλέννῳ θηλαμόνι.’ ἐστὶ δὲ κωβιῷ τὴν ἰδέαν παραπλήσιος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ ΒΑΙΟΝΑΣ τινὰς ἰχθῦς καλεῖ ἐν τούτοις (p. 233 L)· ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. καὶ παρ’ Ἀττικοῖς δὲ παροιμία ἐστὶ ‘μή μοι βαιών· κακὸς ἰχθύς.’