Ancient Greek · ~2 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.30
Not analysed yet
ΒΟΥΓΛΩΣΣΟΣ. ὁ Πυθαγορικὸς δὲ δι’ ἐγκράτειαν Ἀρχέστρατός φησιν (fr. 51 R)· εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 234 L)· βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. τῶν δὲ βουγλώσσων διαλλάττοντές εἰσιν οἱ κυνόγλωσσοι· περὶ ὧν καὶ αὐτῶν Ἐπίχαρμός φησιν (ibid)· αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες. Ἀττικοὶ δὲ ψῆτταν αὐτὴν καλοῦσιν.