Ancient Greek · ~4 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.56
Not analysed yet
ὅτι δ’ ἤσθιον τὰς ἐγχέλεις καὶ μετὰ τεύτλων ἐντυλίξαντες πολὺ μέν ἐστι καὶ παρὰ τοῖς ἀρχαίοις κωμικοῖς, καὶ Εὔβουλος δέ φησιν ἐν Ἠχοῖ (II 176 K)· νύμφα ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ λευκόχρως παρέσται, ἔγχελυς, ὦ μέγα μοι μέγα σοι φῶς . . . ἐναργές. καὶ ἐν Ἴωνι (II 177 K)· μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει ὑπογάστρι’ ὀπτῶν αἵ τ’ ἐχιδνοσώματοι Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ τεῦτλ’ ἀμπεχόμεναι. καὶ ἐν Μηδείᾳ (II 186 K)· παρθένου Βοιωτίας Κωπᾷδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν. ὅτι δὲ καὶ αἱ Στρυμόνιαι ἐγχέλεις δι’ ὀνόματος ἦσάν φησιν ἐν Θαμύρᾳ Ἀντιφάνης (II 52 K)· καὶ σοῦ γ’ ἐπώνυμός τις ἐν φήμαις βροτῶν Θρῇκας κατάρδων ποταμὸς ὠνομασμένος Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος. καὶ περὶ τὸν Εὐλέα δὲ ποταμὸν (οὗ μνημονεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως (fr. 56 K)· ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος) Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῃ τοῦ Τρωικοῦ διακόσμου (fr. 11 Gaede) ἐγχέλεις φησὶ διαφόρους γίνεσθαι.