Ancient Greek · ~4 min
7.57 to 7.59
Athenaeus, Δειπνοσοφισταί 7.57-59
Not analysed yet
ΕΛΟΨ. προείρηται μέν τινα περὶ αὐτοῦ (p. 282 d)· ἀλλὰ καὶ Ἀρχέστρατός φησι τάδε περὶ αὐτοῦ (fr. 19 R)· τὸν δ’ ἔλοπ’ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς, τόν γε κρατιστεύονθ᾽. οὗτος γὰρ αὖ ἐστιν ἐκεῖθεν τὴν ἀρχὴν γεγονώς· ὥσθ’ ἡνίκ’ ἂν ἢ περὶ νήσους ἢ περὶ τὴν ἄλλην που ἁλῷ γῆν ἢ περὶ Κρήτην, λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται. ΕΡΥΘΡΙΝΟΣ. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (p. 306 R) καὶ Σπεύσιππος παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. τὰ παραπλήσια εἴρηκε καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Κυρηναῖοι δὲ ὕκην τὸν ἐρυθρῖνον καλοῦσιν, ὡς Κλείταρχός φησιν ἐν Γλώσσαις. ΕΓΚΡΑΣΙΧΟΛΟΙ. καὶ τούτων μέμνηται Ἀριστοτέλης ὡς μικρῶν ἰχθυδίων ἐν τῷ περὶ ζωικῶν. Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων τῶν ἐγκρασιχόλων ἐν τοῖς ἑψητοῖς μέμνηται εἰπὼν οὕτως· ‘ἑψητοὺς εἶναι μὲν δεῖ ἐγκρασιχόλους ἢ ἴωπας ἢ ἀθερίνας ἢ κωβιοὺς ἢ τριγλίδας μικρὰς σηπίδιά τε καὶ τευθίδια καὶ καρκίνια.’