Ancient Greek · ~2 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.61
Not analysed yet
ΗΠΑΤΟΣ ἢ ΛΕΒΙΑΣ. Διοκλῆς τοῦτόν φησι τῶν πετραίων εἶναι· Σπεύσιππος δ’ ὅμοιον φάγρῳ τὸν ἥπατον. ἐστὶ δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης (p. 306 R), σαρκοφάγος τε καὶ καρχαρόδους, τὴν χροιὰν μὲν μέλας, ὀφθαλμοὺς δὲ μείζονας ἢ καθ’ αὑτὸν ἔχων, καρδίαν τρίγωνον λευκήν. Ἀρχέστρατος δ’ ὁ τῶν δείπνων λοχαγός φησιν (fr. 30 R)· καὶ λεβίαν λαβέ, Μόσχε, τὸν ἥπατον ἐν περικλύστῳ Δήλῳ καὶ Τήνῳ.