Ancient Greek · ~4 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.60
Not analysed yet
ΕΨΗΤΟΣ. ἐπὶ τῶν λεπτῶν ἰχθυδίων. Ἀριστοφάνης ἐν Ἀναγύρῳ (I 405 K)· οὐχ ἑψητῶν λοπάς ἐστιν. Ἄρχιππος Ἰχθύσι (I 682 K)· καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν ἑψητός. Εὔπολις Αἰξίν (I 259 K)· ὦ Χάριτες, αἷσι μέλουσιν ἑψητοί. Εὔβουλος ἐν Προσουσίᾳ ἢ Κύκνῳ (II 196 K)· ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ. Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ (II 303 K)· καὶ γὰρ ἑψητοί τινες παρῆσαν ἡμῖν δαιδαλεῖοί πως. τὰ γὰρ καλὰ πάντα Δαιδάλου καλοῦσιν ἔργα. καὶ πάλιν· τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις οὐδὲ τριχίδων οὐδ’ οἷον ἑψητῶν τινῶν; πληθυντικῶς δὲ λέγουσιν ἑψητοὺς κατὰ τὸ πλεῖστον. Ἀριστοφάνης Δράμασιν ἢ Νιόβῳ (I 464 K)· οὐδὲν μὰ Δί’ ἐρῶ λοπάδος ἑψητῶν. Μένανδρος Περινθίᾳ (IV 188 M)· τὸ παιδίον . . εἰσῆλθεν ἑψητοὺς φέρον. ἑνικῶς δὲ Νικόστρατος ἐν Ἡσιόδῳ (II 223 K)· βεμβράδ᾽, ἀφύην, ἑψητόν. Ποσείδιππος Ἀποκλειομένῃ (IV 515 M)· ἑψητὸν ἀγοράζειν τινά. ἐν δὲ τῇ ἐμῇ Ναυκράτει ἑψητοὺς καλοῦσιν ἰχθύδια ὑπολειπόμενα ἐν ταῖς διώρυξιν, ὅταν ὁ Νεῖλος ὑποπαύηται τῆς πληρώσεως.