Ancient Greek · ~4 min
Book 8
Athenaeus, Δειπνοσοφισταί 8.15
Not analysed yet
Ἄλεξις δ’ ἐν Ἀσωτοδιδασκάλῳ, φησὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ τῶν Τίμωνος σίλλων· (ἐγὼ γὰρ οὐκ ἀπήντησα τῷ δράματι· πλείονα τῆς μέσης καλουμένης κωμῳδίας ἀναγνοὺς δράματα τῶν ὀκτακοσίων καὶ τούτων ἐκλογὰς ποιησάμενος οὐ περιέτυχον τῷ Ἀσωτοδιδασκάλῳ, ἀλλ’ οὐδ’ ἀναγραφῆς ἀξιωθέν τινι σύνοιδα· οὔτε γὰρ Καλλίμαχος οὔτε Ἀριστοφάνης αὐτὸ ἀνέγραψαν, ἀλλ’ οὐδ’ οἱ τὰς ἐν Περγάμῳ ἀναγραφὰς ποιησάμενοι) —ὁ δὲ Σωτίων φησὶν ἐν τῷ δράματι Ξανθίαν τινὰ οἰκέτην πεποιῆσθαι προτρεπόμενον ἐπὶ ἡδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγοντα (II 306 K)· τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας, λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν. πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων, χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. τύρβαζε, Μάνη· γαστρὸς οὐδὲν ἥδιον. αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι κόμποι κενὰ ψοφοῦντες ἀντ’ ὀνειράτων. ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ· ἕξεις δ’ ὅσ’ ἂν φάγῃς τε καὶ πίῃς μόνα· σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.