Ancient Greek · ~2 min
Book 8
Athenaeus, Δειπνοσοφισταί 8.16
Not analysed yet
κρεῖττον δ’ ἂν εἶχε, φησὶν ὁ Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλλου οὕτως· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος μύθοισι· φαγόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ ἡσθείς. ταῦτ’ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ τούτων ἔσθλ’ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται. παγκάλως δὲ καὶ ὁ Τίμων ἔφη (cf. p. 24 Wachsm.) · πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί.