Ancient Greek · ~4 min
Chapter 12
Athenagoras, De Resurrectione 12.50
Not analysed yet
Ὃ δὴ καὶ κοινότερον σκοποῦντες εὑρίσκομεν ὅτι πᾶς εὗ φρονῶν καὶ λογικῇ κρίσει πρὸς τὸ ποιεῖν τι κινούμενος οὐδὲν ὧν κατὰ πρόθεσιν ἐνεργεῖ ποιεῖ μάτην, ἀλλ᾿ ἤτοι τῆς ἰδίας ἕνεκεν χρήσεως ἢ διὰ Χρείαν ἄλλου τινὸς ὧν πεφρόντικεν ἢ δι᾿ αὐτὸ τὸ γινόμενον, ὁλκῇ τινι φυσικῇ καὶ στοργῇ πρὸς τὴν αὐτοῦ γένεσιν κινούμενος· οἷον (λεγέσθω γὰρ δι᾿ εἰκόνος τινός, ἵνα σαφὲς γένηται τὸ προκείμενον) ἄνθρωπος ποιεῖ μὲν οἶκον διὰ τὴν ἰδίαν χρείαν, ποιεῖ δὲ βουσὶ καὶ καμήλοις ἢ τοῖς ἄλλοις ζώοις, ὧν ἐστιν ἐνδεής, τὴν ἑκάστῳ τούτων ἁρμόζουσαν σκέπην, οὐκ ἰδίας ἕνεκεν χρήσεως κατὰ τὸ φαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ τέλος διὰ τοῦτο, κατὰ δὲ τὸ προσεχὲς διὰ τὴν τούτων ὧν πεφρόντικεν ἐπιμέλειαν· ποιεῖται δὲ καὶ παῖδας οὔτε διὰ χρείαν ἰδίαν οὔτε δι᾿ ἕτερόν τι τῶν αὐτῷ προσηκόντων, ἀλλ᾿ ἐπὶ τῷ εἶναί τε καὶ διαμένειν καθ᾿ ὅσον οἷόν τε τοὺς ὑπ᾿ αὐτοῦ γεννωμένους, τῇ τῶν παίδων καὶ τῶν ἐγγόνων διαδοχῇ τὴν ἑαυτοῦ τελευτὴν παραμυθούμενος καὶ ταύτῃ τὸ θνητὸν ἀπαθανατίζειν οἰόμενος.