Ancient Greek · ~2 min
Chapter 12
Athenagoras, De Resurrectione 12.51
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν ὑπὸ τούτων. Ὁ μέντοι θεὸς οὔτ᾿ ἂν μάτην ἐποίησε τὸν ἄνθρωπον· ἔστι γὰρ σοφός, οὐδὲν δὲ σοφίας ἔργον μάταιον· οὔτε διὰ χρείαν ἰδίαν· παντὸς γάρ ἐστιν ἀπροσδεής. Τῷ δὲ μηδενὸς δεομένῳ τὸ παράπαν οὐδὲν τῶν ὑπ᾿ αὐτοῦ γενομένων συντελέσειεν ἄν εἰς χρείαν ἰδίαν. Ἀλλ᾿ οὐδὲ διά τινα τῶν ὑπ᾿ αὐτοῦ γενομένων ἔργων ἐποίησε τὸν ἄνθρωπον. Οὐδὲν γὰρ τῶν λόγῳ καὶ κρίσει χρωμένων οὔτε τῶν μειζόνων οὔτε τῶν καταδεεστέρων γέγονεν ἢ γίνεται πρὸς ἑτέρου χρείαν, ἀλλὰ διὰ τὴν ἰδίαν αὐτῶν τῶν γενομένων ζωήν τε καὶ διαμονήν.