Ancient Greek · ~2 min
Chapter 14
Athenagoras, De Resurrectione 14.65
Not analysed yet
Τοῦτο δὲ περιφανῶς δείκνυται ψεῦδος ἐκ τοῦ πάντας μὲν ἀνίστασθαι τοὺς ἀποθνήσκοντας ἀνθρώπους, μὴ πάντας δὲ κρίνεσθαι τοὺς ἀναστάντας· εἰ γὰρ μόνον τὸ κατὰ τὴν κρίσιν δίκαιον τῆς ἀναστάσεως ἦν αἴτιον, ἐχρῆν δήπου τοὺς μηδὲν ἡμαρτηκότας ἢ κατορθώσαντας μηδ᾿ ἀνίστασθαι, τοῦτ᾿ ἔστι τοὺς κομιδῆ νέους παῖδας· ἐξὸν δὲ πάντας ἀνίστασθαι, τούς τε ἄλλους καὶ δὴ καὶ τοὺς κατὰ τὴν πρώτην ἡλικίαν τελευτήσαντας, καὶ αὐτοὶ δικαιοῦσιν ὡς οὐ διὰ τὴν κρίσιν ἡ ἀνάστασις γίνεται κατὰ πρῶτον λόγον, ἀλλὰ διὰ τὴν τοῦ δημιουργήσαντος γνώμην καὶ τὴν τῶν δημιουργηθέντων φύσιν.