Ancient Greek · ~2 min
Chapter 15
Athenagoras, De Resurrectione 15.66
Not analysed yet
Ἀρκούσης δὲ καὶ μόνης τῆς ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων θεωρουμένης αἰτίας δεῖξαι τὴν ἀνάστασιν κατὰ φυσικὴν ἀκολουθίαν ἑπομένην τοῖς διαλυθεῖσι σώμασι, δίκαιον ἴσως πρὸς μηδὲν ἀποκνῆσαι τῶν προτεθέντων, ἀκολούθως δὲ τοῖς εἰρημένοις καὶ τὰς ἐξ ἑκάστου τῶν ἑπομένων ἀφορμὰς ὑποδεῖξαι τοῖς ἐξ αὐτῶν συνιδεῖν μὴ δυναμένοις, καὶ πρό γε τῶν ἄλλων τὴν τῶν γενομένων ἀνθρώπων φύσιν, ἐπὶ τὴν αὐτὴν ἄγουσαν ἔννοιαν καὶ τὴν ἴσην παρέχουσαν περὶ τῆς ἀναστάσεως πίστιν.