Ancient Greek · ~3 min
23.114 to 23.115
Athenagoras, De Resurrectione 23.114-115
Not analysed yet
Ὀρέξεως δὲ τοιαύτης οὐκ οὔσης, οὐδὲ μῖξιν εἶναι δυνατόν· παρ᾿ οἶς δὲ μῖξις οὐκ ἔστιν ὅλως, οὐδὲ ἔνθεσμος· μῖξις, ὅπερ ἐστὶν ὁ γάμος· ἐννόμου δὲ μίξεως οὐκ οὔσης, οὐδὲ τὴν παράνομον καὶ τὴν ἐπ᾿ ἀλλοτρίᾳ γυναικὶ γινομένην ὄρεξιν ἢ μῖξιν εἶναι δυνατόν, τοῦτο γάρ ἐστι μοιχεία. Ἀλλ᾿ οὐδὲ τὸ κλοπὴν ἀπαγορεύειν ἢ τὴν τοῦ πλείονος ἐπιθυμίαν ψυχαῖς προσφυές· οὐδὲ γὰρ δέονται τούτων, ὧν οἱ δεόμενοι διὰ τὴν φυσικὴν ἔνδειαν ἢ χρείαν κλέπτειν εἰώθασιν ἢ λῃστεύειν, οἷον χρυσὸν ἢ ἄργυρον ἢ ζῶον ἢ ἄλλο τι τῶν πρὸς τροφὴν ἢ σκέπην ἢ χρῆσιν ἐπιτηδείων· ἀχρεῖον γὰρ ἀθανάτῳ φύσει πᾶν ὁπόσον τοῖς ἐνδεέσιν ὀρεκτὸν ὡς χρήσιμον.