Ancient Greek · ~2 min
Chapter 23
Athenagoras, De Resurrectione 23.116
Not analysed yet
Ἀλλ᾿ ὁ μὲν ἐντελέστερος περὶ τούτων λόγος ἀφείσθω τοῖς σπουδαιότερον ἕκαστον σκοπεῖν βουλομένοις ἢ φιλοτιμότερον διαγωνίζεθαι πρὸς τοὺς διαφερομένους. Ἡμῖν δὲ ἀρκούντων τῶν ἀρτίως εἰρημένων καὶ τῶν συμφώνως τούτοις τὴν ἀνάστασιν πιστουμένων, τὸ τοῖς αὐτοῖς ἐπὶ πλεῖον ἐνδιατρίβειν οὐκ ἔτ᾿ ἂν ἔχοι καιρόν· οὐ γὰρ τὸ μηδὲν παραλιπεῖν τῶν ἐνόντων εἰπεῖν πεποιήμεθα σκοπόν, ἀλλὰ τὸ κεφαλαιωδῶς ὑποδεῖξαι τοῖς συνελθοῦσιν ἃ χρὴ περὶ ἀναστάσεως φρονεῖν, καὶ τῇ δυνάμει τῶν παρόντων συμμετρῆσαι τὰς ἐπὶ τοῦτο φερούσας ἀφορμάς.