Ancient Greek · ~3 min
24.117 to 24.119
Athenagoras, De Resurrectione 24.117-119
Not analysed yet
Ἐξητασμένων δὲ ποσῶς τῶν προτεθέντων ὑπόλοιπον ἂν εἴη καὶ τὸν ἀπὸ τοῦ τέλους διασκέψασθαι λόγον, ἤδη μὲν τοῖς εἰρημένοις ἐμφαινόμενον, τοσαύτης δὲ μόνον ἐπιστασίας καὶ προσθήκης δεόμενον, ὡς μὴ δοκεῖν τι τῶν μικρῶς ἡμῖν εἰρημένων ἀμνημόνευτον καταλιπεῖν καὶ παραβλάψαι τὴν ὑπόθεσιν ἢ τὴν ἐξ ἀρχῆς γενομένην διαίρεσιν. Τούτων τε οὖν ἕνεκεν καὶ τῶν ἐπὶ τούτοις ἐγκεισομένων καλῶς ἂν ἔχοι τοσοῦτον ἐπισημήνασθαι μόνον, ὅτι δεῖ καὶ τῶν ἐκ φύσεως συνισταμένων καὶ τῶν κατὰ τέχνην γινομένων οἰκεῖον ἑκάστου τέλος εἶναι, τοῦτό που καὶ τῆς κοινῆς πάντων ἐννοίας ἐκδιδασκούσης ἡμᾶς καὶ τῶν ἐν ὀφθαλμοῖς στρεφομένων ἐπιμαρτυρούντων. Ἦ γὰρ οὐ θεωροῦμεν ἕτερόν τι τοῖς γεωργοῦσιν; ἕτερον δὲ τοῖς ἰατρεύουσιν ὑποκείμενον τέλος, καὶ πάλιν ἄλλο μέν τι τῶν ἐκ γῆς φυομένων, ἄλλο δὲ τῶν ἐπ᾿ αὐτῆς τρεφομένων ζώων καὶ κατά τινα φυσικὸν εἱρμὸν γεννωμένων;