Ancient Greek · ~3 min
Chapter 7
Athenagoras, De Resurrectione 7.30
Not analysed yet
Οὐδὲ γὰρ ὦν ἐδεήθη ποτὲ τὰ τρεφόμενα σώματα δεηθήσεται καὶ τότε, συνανῃρημένης τῇ τῶν τρεφομένων ἐνδείᾳ καὶ φθορᾷ τῆς ἐξ ὧν ἐτρέφετο χρείας. Ἔπειθ᾿ ὅτι κἂν μέχρι σαρκὸς φθάνειν τὴν ἐκ τῆς τοιαύτης τροφῆς μεταβολὴν ὑποθοῖτό τις, οὐδ᾿ οὕτως ἀνάγκη τις ἔσται τὴν νεωστὶ μεταβληθεῖσαν ἐκ τῆς τοιᾶσδε τροφῆς σάρκα, προσπελάσασαν ἑτέρου τινὸς ἀνθρώπου σώματι, πάλιν ὡς μέρος εἰς τὴν ἐκείνου τελεῖν συμπλήρωσιν, τῷ μήτε αὐτὴν τὴν προσλαμβάνουσαν σάρκα πάντοτε φυλάττειν ἣν προσείληφε, μήτε τὴν ἑνωθεῖσαν ταύτῃ μόνιμον εἶναι καὶ παραμένειν ᾗ προσετέθη, πολλὴν δὲ καὶ τὴν ἐπὶ θάτερα δέχεσθαι μεταβολήν, ποτὲ μὲν πόνοις ἢ φροντίσι διαφορουμένην, ἄλλοτε δὲ λύπαις ἢ καμάτοις ἢ νόσοις συντηκομένην, καὶ ταῖς ἐξ ἐγκαύσεως ἢ περιψύξεως ἐπιγενομέναις δυσκρασίαις, μὴ συμμεταβαλλομένων σαρκὶ καὶ πιμελῇ τῶν δημῶν ἐν τῷ μένειν ἅπερ ἐστὶν τὴν τροφὴν δεχομένων.