Ancient Greek · ~2 min
Chapter 7
Athenagoras, De Resurrectione 7.31
Not analysed yet
Τοιούτων δὲ γινομένων ἐπὶ τῆς σαρκὸς παθημάτων, πολύ γ᾿ ἔτι μᾶλλον εὕροι τις ἂν ταῦτα πάσχουσαν τὴν ἐξ ἀνοικείων τρεφομένην σάρκα, νῦν μὲν εἰς ὄγκον προϊοῦσαν καὶ πιαινομένην ἐξ ὦν προσείληφεν, εἶτα πάλιν ἀποπτύουσαν ὃν ἂν τύχῃ τρόπον καὶ μειουμένην ἢ μιᾷ τινι τῶν ἔμπροσθεν ῥηθεισῶν αἰτιῶν ἢ πλείοσι· μόνα δὲ παραμένειν τοῖς μέρεσιν ἃ συνδεῖν ἢ στέγειν ἢ θάλπειν πέφυκεν τὴν ὑπὸ τῆς φύσεως ἐξειλεγμένην καὶ τούτοις προσπεφυκυῖαν οἷς τὴν κατὰ φύσιν συνεξέπλησε ζωὴν καὶ τοὺς ἐν τῇ ζωῇ πόνους.