Ancient Greek · ~2 min
Chapter 7
Athenagoras, De Resurrectione 7.32
Not analysed yet
Ἀλλ᾿ οὔτε γὰρ καθ᾿ ὃ δεῖ κρινομένων τῶν ἔναγχος ἐξητασμένων, οὔτε κατὰ συγχώρησιν παραδεχθέντων τῶν ἐπ᾿ ἐκείνοις γεγυμνασμένων, ἀληθὲς δεικνύναι δυνατὸν τὸ πρὸς αὐτῶν λεγόμενον, οὔτ᾿ ἂν συγκραθείη ποτὲ τὰ τῶν ἀνθρώπων σώματα τοῖς τῆς αὐτῆς οὖσι φύσεως, κἂν ὑπ᾿ ἀγνοίας ποτὲ κλαπῶσι τὴν αἴσθησιν δι᾿ ἑτέρου τινὸς μετασχόντες τοιούτου σώματος, κἂν αὐτόθεν ὑπ᾿ ἐνδείας ἢ μανίας ὁμοειδοῦς τινος μιανθῶσι σώματι· εἴ γε μὴ λελήθασιν ἡμᾶς ἀνθρωποειδεῖς τινες ὄντες θῆρες, ἢ μικτὴν ἔχοντες φύσιν ἐξ ἀνθρώπων καὶ θηρίων, οἵους πλάττειν εἰώθασιν οἱ τολμηρότεροι τῶν ποιητῶν.