Ancient Greek · ~3 min
Chapter 21
Athenagoras, Legatio sive Supplicatio pro Christianis 21.92
Not analysed yet
Οὐ καταβάλλουσι τὸν πολὺν τοῦτον ἀσεβῆ λῆρον περὶ τῶν θεῶν; Οὐρανὸς ἐκτέμνεται, δεῖται καὶ καταταρταροῦται Κρόνος, ἐπανίστανται Τιτᾶνες, Στὺξ ἀποθνήσκει κατὰ τὴν μάχην· ἤδη καὶ θνητοὺς αὐτοὺς δεικνύουσιν· ἐρῶσιν ἀλλήλων, ἐρῶσιν ἀνθρώπων. Αἰνείας, τὸν ὑπ᾿ Ἀγχίσῃ τέκε δῖ᾿ Ἀφροδίτη, Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα. Οὐκ ἐρῶσιν; Οὐ πάσχουσιν; Ἦ γὰρ θεοί, καὶ οὐχ ἅψεται αὐτῶν ἐπιθυμία. Κἂν σάρκα θεὸς κατὰ θείαν οἰκονομίαν λάβῃ, ἤδη δοῦλός ἐστιν ἐπιθυμίας; Οὐ γὰρ πώποτέ μ᾿ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν· Οὐδ᾿ ὁπότ᾿ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, Οὐδ᾿ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, Οὐδ᾿ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, Οὐδ᾿ ὅτε περ Σεμέλης, οὐδ᾿ Ἀλκμήνης ἐνὶ Θήβῃ, Οὐδ᾿ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, Οὐδ᾿ ὅτε περ Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς.