Ancient Greek · ~3 min
21.93 to 21.94
Athenagoras, Legatio sive Supplicatio pro Christianis 21.93-94
Not analysed yet
Γενητός ἐστι, φθαρτός ἐστιν, οὐδὲν ἔχων θεοῦ. Ἀλλὰ καὶ θητεύουσιν ἀνθρώποις· Ὦ δώματ᾿ Ἀδμήτει᾿, ἐν οἶς ἔτλην ἐγὼ Θῆσσαν τράπεζαν αἰνέσαι, θεός περ ὤν· καὶ βουκολοῦσιν· Ἐλθὼν δ᾿ ἐς αἶαν τήνδ᾿ ἐβουφόρβουν ξένῳ, Καὶ τόνδ᾿ ἔσωζον οἶκον. Οὐκοῦν κρείττων Ἄδμητος τοῦ θεοῦ. Ὦ μάντι καὶ σοφὲ καὶ προειδὼς τοῖς ἄλλοις τὰ ἐσόμενα, οὐκ ἐμαντεύσω τοῦ ἐρωμένου τὸν φόνον, ἀλλὰ καὶ ἔκτεινας αὐτοχειρὶ τὸν φίλον. Κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα Ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ. (ὡς ψευδόμαντιν κακίζει τὸν Ἀπόλλων ὁ Αἰσχύλος) Ὁ δ᾿ αὐτὸς ὑμῶν, αὐτὸς ἐν θοίνῃ παρών, Αὐτὸς τάδ᾿ εἰπών, αὐτός ἐστιν ὁ κτανὼν, Τὸν παῖδα τὸν ἐμόν.