Ancient Greek · ~2 min
Chapter 22
Athenagoras, Legatio sive Supplicatio pro Christianis 22.102
Not analysed yet
Ἄνω γὰρ καὶ κάτω περὶ τὰ εἴδη τῆς ὕλης στρεφόμενοι ἀποπίπτουσι τῷ λόγῳ θεωρητοῦ θεοῦ, τὰ δὲ στοιχεῖα καὶ τὰ μόρια αὐτῶν θεοποιοῦσιν, ἄλλοτε ἄλλα ὀνόματα αὐτοῖς τιθέμενοι, τὴν μὲν τοῦ σίτου σπορὰν Ὄσιριν (ὅθεν φασὶ μυστικῶς ἐπὶ τῇ ἀνευρέσει τῶν μελῶν ἢ τῶν καρπῶν ἐπιλεχθῆναι τῇ Ἴσιδι· Εὑρήκαμεν, συγχαίρομεν.) ,τὸν δὲ τῆς ἀμπέλου καρπὸν Διόνυσον, καὶ Σεμέλην αὐτὴν τὴν ἄμπελον, καὶ κεραυνὸν τὴν τοῦ ἡλίου φλόγα.