Ancient Greek
22.103 to 22.105
Athenagoras, Legatio sive Supplicatio pro Christianis 22.103-105
Not analysed yet
Καίτοι γε πάντα μᾶλλον ἢ θεολογοῦσιν οἱ τοὺς μύθους θεοποιοῦντες, οὐκ εἰδότες ὅτι οἶς ἀπολογοῦνται ὑπὲρ τῶν θεῶν τοὺς ἐπ᾿ αὐτοῖς λόγους βεβαιοῦσι. Τί ἡ Εὐρώπη καὶ ὁ Ταῦρος καὶ ὁ Κύκνος καὶ ἡ Λήδα πρὸς γῆν καὶ ἀέρα, ἵν᾿ ἡ πρὸς ταύτας μιαρὰ τοῦ Διὸς μῖξις ᾖ γῆς καὶ ἀέρος; Ἀλλ᾿ ἀποπίπτοντες τοῦ μεγέθους τοῦ θεοῦ καὶ ὑπερκύψαι τῷ λόγῳ (οὐ γὰρ ἔχουσι συμπάθειαν εἰς τὸν οὐράνιον τόπον) οὐ δυνάμενοι ἐπὶ τὰ εἴδη τῆς ὕλης συντετήκασιν, καὶ καταπίπτοντες τὰς τῶν στοιχείων τροπὰς θεοποιοῦσιν· ὅμοιον εἰ καὶ ναῦν τις, ἐν ᾖ ἔπλευσεν, ἀντὶ τοῦ κυβερνήτου ἄγοι. Ὡς δὲ οὐδὲν πλέον νεώς, κἂν ᾖ πᾶσιν ἠσκημένη, μὴ ἐχούσης τὸν κυβερνήτην, οὐδὲ τῶν στοιχείων ὄφελος διακεκοσμημένων δίχα τῆς παρὰ τοῦ θεοῦ προνοίας. Ἥ τε γὰρ ναῦς καθ᾿ ἑαυτὴν οὐ πλευσεῖται, τὰ τε στοιχεῖα χωρὶς τοῦ δημιουργοῦ οὐ κινηθήσεται.