Ancient Greek · ~5 min
Chapter 29
Athenagoras, Legatio sive Supplicatio pro Christianis 29
Not analysed yet
Ἀλλὰ καὶ Ἑλλήνων οἱ περὶ ποίησιν καὶ ἱστορίαν σοφοὶ περὶ μὲν Ἡρακλέους· Σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ᾿ οὐδὲ τράπεζαν, Τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν. Τοιοῦτος ὢν εἰκότως μὲν ἐμαίνετο, εἰκότως δὲ ἀνάψας πυρὰν κατέκαυσεν ἑαυτόν. Περὶ δὲ Ἀσκληπιοῦ Ἡσίοδος μέν· Πατὴρ ἀνδρῶν τε θεῶν τε Χώσατ᾿, ἀπ᾿ Οὐλύμπου δὲ βαλὼν ψολόεντι κεραυνῷ Ἔκτανε Λητοΐδην φίλον, σὺν θυμὸν ὀρίνων. Πίνδαρος δέ· Ἀλλὰ κέρδει καὶ σοφία δέδεται. Ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶ φανείς. Χερσὶ δ᾿ ἄρα Κρονίων ῥίψας δι᾿ ἀμφοῖν ἀμπνοὰν στέρνων καθεῖλεν Ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκηψε μόρον. Ἢ τοίνυν θεοὶ ἦσαν, καὶ οὔτε αὐτοὶ πρὸς χρυσὸν εἶχον (Ὧ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, Ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ᾿ ἔχει, Οὐ παῖδες. Ἀνεπιδεὲς γὰρ καὶ κρεῖττον ἐπιθυμίας τὸ θεῖον.) οὔτε ἀπέθνησκον· ἢ ἄνθρωποι γεγονότες καὶ πονηροὶ δι᾿ ἀμαθίαν ἦσαν καὶ χρημάτων ἐλάττους. Τί δεῖ με πολλὰ λέγειν, ἢ Κάστορος ἢ Πολυδεύκους μνημονεύοντα ἢ Ἀμφιάρεω, οἵ, ὡς εἰπεῖν λόγῳ, χθὲς καὶ πρώην ἄνθρωποι ἐξ ἀνθρώπων γεγονότες, θεοὶ νομίζονται, ὁπότε καὶ Ἰνὼ μετὰ τὴν μανίαν καὶ τὰ ἐπὶ τῆς μανίας πάθη θεὸν δοξάζουσι γεγονέναι, Πόντου πλάνητες Λευκοθέαν ἐπώνυμον, καὶ τὸν παῖδα αὐτῆς; Σεμνὸς Παλαίμων ναυτίλοις κεκλήσεται.